Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.61 Joseph. AJ 9.66 (English) >>Joseph. AJ 9.71

9.64ἀνακραγούσης δέ τινος γυναικόςδέσποτα ἐλέησοννομίσας αἰτεῖν τι μέλλειν αὐτὴν τῶν πρὸς τροφὴν ὀργισθεὶς ἐπηράσατο αὐτῇ τὸν θεὸν καὶ μήτε ἅλως αὐτῷ μήτε ληνοὺς ὑπάρχειν ἔλεγεν, ὅθεν τι καὶ παράσχοι ἂν αὐτῇ δεομένῃ. 9.65τῆς δʼ οὐδενὸς μὲν τούτων χρῄζειν εἰπούσης οὐδʼ ἐνοχλεῖν τροφῆς ἕνεκα, κριθῆναι δὲ ἀξιούσης πρὸς ἄλλην γυναῖκα, κελεύσαντος λέγειν καὶ διδάσκειν περὶ ὧν ἐπιζητεῖ συνθήκας ἔφη ποιήσασθαι μετὰ τῆς ἑτέρας γυναικὸς γειτνιώσης καὶ φίλης αὐτῇ τυγχανούσης, ὅπως ἐπεὶ τὰ τοῦ λιμοῦ καὶ τῆς ἐνδείας ἦν ἀμήχανα διαχρησάμενοι τὰ τέκνα, ἦν δὲ ἄρρεν ἑκατέρᾳ παιδίον, ἀνὰ μίαν ἡμέραν θρέψωμεν ἀλλήλας. 9.66κἀγὼ μέν, φησί, πρώτη τοὐμὸν κατέσφαξα καὶ τὴν παρελθοῦσαν ἡμέραν τοὐμὸν ἐτράφημεν ἀμφότεραι· νῦν δʼ οὐ βούλεται ταὐτὸ ποιεῖν, ἀλλὰ παραβαίνει τὴν 9.67συνθήκην καὶ τὸν υἱὸν ἀφανῆ πεποίηκε.” τοῦτʼ ἐλύπησε σφοδρῶς Ἰώραμον ἀκούσαντα, καὶ περιρρηξάμενος τὴν ἐσθῆτα καὶ δεινὸν ἐκβοήσας ἔπειτα ὀργῆς ἐπὶ τὸν προφήτην Ἐλισσαῖον πληρωθεὶς ἀνελεῖν αὐτὸν ὥρμησεν, ὅτι μὴ δεῖται τοῦ θεοῦ πόρον τʼ αὐτοῖς καὶ διαφυγὴν τῶν περιεχόντων κακῶν δοῦναι· τόν τε ἀποτεμοῦντα αὐτοῦ τὴν κεφαλὴν εὐθὺς ἐξέπεμψε. 9.68καὶ μὲν ἐπὶ τὴν ἀναίρεσιν ἠπείγετο τοῦ προφήτου· τὸν δʼ Ἐλισσαῖον οὐκ ἔλαθεν τοῦ βασιλέως ὀργή, καθεζόμενος δὲ οἴκαδε παρʼ αὑτῷ σὺν τοῖς μαθηταῖς ἐμήνυσεν αὐτοῖς, ὅτι Ἰώραμος τοῦ φονέως υἱὸς πέμψειε τὸν ἀφαιρήσοντα αὐτοῦ τὴν κεφαλήν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.61 Joseph. AJ 9.66 (English) >>Joseph. AJ 9.71

Powered by PhiloLogic